Χαῖρε Νύμφη Ἀνύμφευτε (κλασσική + βυζαντινή μουσική)
Τό ποίημα τοῦ Ἁγίου Νεκταρίου σε ἔξοχη σύνθεση, ενορχήστρωση Βασίλη Τσαμπρόπουλου και εκτέλεση Νεκταρίας Καρατζή που «συμφιλιώνει» την βυζαντινή με την κλασσική μουσική. Hymn to the Virgin Mary
Ἀπό τον τελευταίο σύμπακτο δίσκο του Β.Τσ. με τίτλο «Ελέησον«.
Ἁγνὴ Παρθένε Δέσποινα, Ἄχραντε Θεοτόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Παρθένε Μήτηρ Ἄνασσα, Πανένδροσέ τε πόκε, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ὑψηλοτέρα οὐρανῶν, ἀκτίνων λαμπροτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Χαρὰ Παρθενικῶν Χορῶν, Ἀγγέλων ὑπερτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Σὲ ἱκετεύω Δέσποινα, Σὲ νῦν ἐπικαλοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Σὲ δυσωπῶ Παντάνασσα, Σὴν χάριν ἑξαιτοῦμαι, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Κορὴ σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
ἐπάκουσόν μου ἄχραντε, κόσμου παντὸς Κυρία, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Ἀντιλαβοῦ μου ρύσαι με, ἀπὸ τοῦ πολεμίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.
Καὶ κληρονόμον δεῖξον με, ζωῆς τῆς αἰωνίου, Χαῖρε Νύμφη Ἀνύμφευτε.