Τὸ Συνοδικὸν τῆς Ὀρθοδοξίας καί ὁ Ἅγιος Γρηγόριος ὁ Παλαμᾶς
Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία καθ’ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.
Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Ἡσαΐας μὲν γάρ φησιν ἐγκαινίζεσθαι νήσους πρὸς τὸν Θεόν, τὰς ἐξ ἐθνῶν ὑπαινιττόμενος ἐκκλησίας• εἶεν δ’ ἂν ἐκκλησίαι, οὐχ αἱ τῶν ναῶν ἁπλῶς οἰκοδομαὶ καὶ φαιδρότητες, ἀλλὰ τῶν ἐν αὐταῖς εὐσεβούντων τὸ πλήρωμα, καὶ οἷς ἐκεῖνοι τὸ Θεῖον ὕμνοις καὶ δοξολογίαις θεραπεύουσιν. Ὁ δὲ ἀπόστολος, αὐτὸ τοῦτο παραινῶν, ἐν καινότητι ζωῆς περιπατῆσαι διακελεύεται καὶ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθαι. Τὰ δέ γε κυριακὰ λόγια τὴν προφητικὴν δεικνύντα κατάστασιν, ἐγένετο, φησίν, τὰ ἐγκαίνια ἐν Ἱεροσολύμοις καὶ χειμὼν ἦν, εἴτε νοητὸς καθ’ ὃν τὸ τῶν Ἰουδαίων ἔθνος κατὰ τοῦ κοινοῦ Σωτῆρος τὰς τῆς μιαιφονίας ἐκίνει καταιγίδας καὶ τὸν τάραχον, εἴτε καὶ ὁ τὰς σωματικὰς αἰσθήσεις τῇ τοῦ ἀέρος ἐπὶ τὸ κρυμῶδες παραλυπῶν μεταβολῇ. Γέγονε γὰρ δή, γέγονε καὶ καθ’ ἡμᾶς χειμὼν οὐχ ὁ τυχών, ἀλλ’ ὁ τῷ ὄντι τῆς μεγάλης κακίας ἐκχέων τὴν ὠμότητα, ἀλλ’ ἤνθησεν ἡμῖν τῶν χαρίτων τοῦ Θεοῦ τὸ πρωτοκαίριον ἔαρ, ἐν ᾧ καὶ τὴν εὐχαριστήριον τῶν ἐπ’ ἀγαθοῖς θερισμῶν τῷ Θεῷ συνεληλύθαμεν ποιήσασθαι, ὡς ἂν φαίημεν ψαλμικώτερον• θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά, μνήσθητι ταύτης.
[] Ἐν γὰρ ταῖς εἰκόσιν ὁρῶμεν τὰ ὑπὲρ ἡμῶν τοῦ Δεσπότου πάθη, τὸν σταυρόν, τὸν τάφον, τὸν ᾍδην νεκρούμενον καὶ σκυλευόμενον, τῶν μαρτύρων τοὺς ἄθλους, τοὺς στεφάνους, αὐτὴν τὴν σωτηρίαν ἣν ὁ πρῶτος ἡμῶν ἀθλοθέτης καὶ ἀθλοδότης καὶ στεφανίτης ἐν μέσῳ τῆς γῆς κατειργάσατο. Ταύτην σήμερον τὴν πανήγυριν ἑορτάζομεν, ἐν ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασι. Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια μόνος. Τοὺς φαυλιστὰς γὰρ τῆς σῆς δόξης ἐξεμυκτήρισας, τοὺς τολμητὰς κατὰ τῆς σῆς εἰκόνος καὶ θρασεῖς, δειλοὺς καὶ πεφευγότας ἀπέδειξας.
[] Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν• οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι• τὸν μὲν ὡς Θεὸν καὶ Δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν Δεσπότην καὶ ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες• αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν.
[] Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παραδεχομένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας, ὢ θαῦμα, καὶ πρὸ σαρκώσεως τοῦ Λόγου, μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν ἐκείνην τὴν ἄληπτόν τε καὶ ἀόρατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνα μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα.
Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς• εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί, καὶ τὰ ἑξῆς, καὶ τό• προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν ὡς ἐμὲ τοῦ Μωσέως λέγοντος τοῖς συνιοῦσιν, εἶτα λέγουσι δέξασθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προφήτου χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συνανεστράφη ἀνθρώποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποίησε• τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀνεχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα.
[] Τοῖς τὴν ὕλην ἄναρχον καὶ τὰς ἰδέας ἢ συνάναρχον τῷ δημιουργῷ πάντων καὶ Θεῷ δογματίζουσι, καὶ ὅτιπερ οὐρανὸς καὶ γῆ καὶ τὰ λοιπὰ τῶν κτισμάτων ἀΐδιά τε εἰσὶ καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλλοίωτα, καὶ ἀντινομοθετοῦσι τῷ εἰπόντι• ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι, καὶ ἀπὸ γῆς κενοφωνοῦσι καὶ τὴν θείαν ἀρὰν ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα.
[] Τοῖς μὴ πίστει καθαρᾷ καὶ ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ τὰ τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν τεκούσης δεσποίνης ἡμῶν καὶ θεοτόκου καὶ τῶν λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις, ἀλλὰ πειρωμένοις ἀποδείξεσι καὶ λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν, ἢ κατὰ τὸ δοκοῦν αὐτοῖς παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνιστᾶν, ἀνάθεμα.
[] Τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων καθαρὸν ἡμῖν τὸ τῆς πίστεως παραδόντος μυστήριον, εἰρηκότος δὲ καὶ ἐν ταῖς ἐσχάταις ἡμέραις πολλοὺς ἐλεύσεσθαι ψευδοπροφήτας καὶ ψευδοχρίστους, καὶ παραγγείλαντος προσέχειν ἀπὸ τῶν τοιούτων, ἀκολούθως δὲ καὶ τοῦ θεοκήρυκος Παύλου πρὸς Τιμόθεον ἐπιστείλαντος ὅτι ἐν τοῖς ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλύοντες γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετ’ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν μετ’ εὐχαριστίας λαμβανόμενον• ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως• καὶ πάλιν• ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγομένα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.
[] Τοῖς λέγουσιν ὡς ὁ ἐν Κυρίῳ γάμος καὶ ἡ κατὰ Θεὸν κρεωφαγία βδελυκτά εἰσι τῷ Θεῷ, καὶ διὰ τοῦτο ἀμφότερα ἀνατρέπουσιν, ἀνάθεμα.
[] Τοῖς ἀκούουσι μὲν τοῦ Σωτῆρος περὶ τῆς παρ’ αὐτοῦ παραδοθείσης τῆς τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος• τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, μὴ ἐκλαμβανομένοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι• καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυροῦ παρὰ τοῦ Σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα ἡ καθ’ ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ Σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε, καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ Σωτῆρι τετελεσμένην εἰσάγουσι, καὶ πρὸς ἐκείνην φανταστατικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον δι’ οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ πανσόφου καὶ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν (460) καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα.
[] Τοῖς φρονοῦσι καὶ λέγουσι τὸ λάμψαν φῶς ἀπὸ τοῦ Κυρίου ἐπὶ τῆς θείας αὐτοῦ μεταμορφώσεως φῶς, ποτὲ μὲν εἶναι ἴνδαλμα καὶ κτίσμα καὶ φάσμα ἐπὶ βραχὺ φανὲν καὶ διαλυθὲν παραχρῆμα, ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ, ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ ἀδύνατα παντελῶς ἑαυτοὺς ἐπιρρίπτουσι, καὶ τοῦτο μὲν τὴν Ἀρείου μαινομένοις μανίαν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ συμφερομένοις, τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι δέ, κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο φῶς, μήτε οὐσίαν Θεοῦ, ἀλλ’ ἄκτιστον καὶ φυσικὴν χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊοῦσαν, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν τὸν Θεόν, ἀλλὰ μόνην οὐσίαν εἶναι, ταὐτόν τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις τήν τε θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, καὶ μηδεμίαν νοεῖσθαι τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτήν, ποτὲ μὲν οὐσίαν, ποτὲ δὲ ἐνέργειαν λέγεσθαι, ὡς καὶ αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν παντάπασιν ἀναιροῦσι καὶ εἰς τὸ μὴ ὂν ἄγουσιν• ἐνεργείας γὰρ μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν ἐπὶ λέξεως οἱ τῆς ἐκκλησίας διδάσκαλοι• ἤδη δὲ καὶ τὰ Σαβελλίου νοσοῦσι καὶ τὴν παλαιὰν ἐκείνου συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν ἐπὶ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων νῦν ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας ἀνακαινίζειν τολμῶσι καὶ ὁμοίως δυσσεβῶς αὐτὰς συναλείφουσι, μὴ ὁμολογοῦσι δέ, κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, οὐσίαν τε ἐπὶ Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν τούτου ἐνέργειαν, ὡς ἄλλοι τε πλεῖστοι τῶν ἁγίων, καὶ μάλιστα οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τρανῶς διασάφησαν, περὶ τῶν δύο ἐνεργειῶν τοῦ Χριστοῦ, τῆς τε θείας καὶ ἀνθρωπίνης, καὶ τῶν δύο θελημάτων αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὲν νοεῖν βουλομένοις ὥσπερ ἕνωσιν θείας οὐσίας καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως εἶναι καὶ διαφορὰν ἀδιάστατον κατά τε ἄλλα καὶ μάλιστα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ ἀμέθεκτον καὶ μεθεκτόν, τὸ μὲν τῆς οὐσίας, τὸ δὲ τῆς ἐνεργείας, τούτοις οὖν τὰ τοιαῦτα δυσσεβοῦσιν, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ὡς κτιστὴν ἐκ τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις δοξάζειν• κτιστὴ γὰρ κατὰ τοὺς ἁγίους ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ ἄκτιστον χαρακτηρίσει οὐσίαν, κἀντεῦθεν ἤδη κινδυνεύσουσι εἰς ἀθεΐαν παντελῆ περιπίπτειν καὶ ἑλληνικὴν μυθολογίαν καὶ τὴν τῶν κτισμάτων λατρείαν τῇ καθαρᾷ καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστριβομένοις, μὴ ὁμολογοῦσι δέ, κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄκτιστον εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα.
[] Γρηγορίου τοῦ ἁγιωτάτου μητροπολίτου Θεσσαλονίκης, τοῦ συνοδικῶς ἐπ’ ἐκκλησίας μεγάλης Βαρλαάμ τε καὶ Ἀκίνδυνον, τοὺς ἀρχηγοὺς καὶ ἐφευρετὰς τῶν καινῶν αἱρέσεων καθελόντος σὺν τῇ περὶ αὐτοὺς πονηρᾷ συμμορίᾳ, τοὺς τὴν φυσικὴν καὶ ἀχώριστον ἐνέργειαν καὶ δύναμιν τοῦ Θεοῦ καὶ ἁπλῶς πάντα ὁμοῦ τὰ φυσικὰ τῆς ἁγίας Τριάδος ἰδιώματα κτίσματα τετολμηκότας εἰπεῖν, ἀλλὰ δὴ καὶ τὸ τῆς θεότητος ἀπρόσιτον φῶς τὸ λάμψαν ἐπὶ τοῦ ὄρους ἀπὸ Χριστοῦ, θεότητά τε κτιστήν, καὶ τὰς πλατωνικὰς ἰδέας καὶ τοὺς ἑλληνικοὺς μύθους ἐκείνους ἐπεισαγαγεῖν ἐπιχειρήσαντας αὖθις κακῶς τῇ ἐκκλησίᾳ Χριστοῦ, τῆς δὲ κοινῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῶν ἀληθινῶν καὶ ἀπταίστων περὶ θεότητος δογμάτων σοφῶς καὶ γενναίως ἄγαν προπολεμήσαντος καὶ συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι καὶ μίαν θεότητα καὶ Θεὸν ἕνα τρισυπόστατον, ἐνεργῆ, θελητικόν, παντοδύναμον, ἄκτιστον διὰ πάντων κατὰ τὰς θείας γραφὰς καὶ δὴ καὶ τοὺς θεολόγους καὶ ἐξηγητὰς τούτων ἀνακηρύξαντος, Ἀθανάσιον φημὶ καὶ Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην καὶ Γρηγόριον, Κύριλλόν τε πρὸς τούτοις καὶ Μάξιμον τὸν σοφὸν καὶ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, οὐ μὲν ἀλλὰ καὶ τοὺς λοιποὺς πατέρας καὶ διδασκάλους τῆς Χριστοῦ ἐκκλησίας, καὶ κοινωνοῦ καὶ συνῳδοῦ καὶ συμφώνου καὶ σπουδαστοῦ καὶ συναγωνιστοῦ πάντων τούτων ἀναφανέντος καὶ λόγοις καὶ πράγμασιν, αἰωνία ἡ μνήμη.
φωτογραφία: Randy OHC
Ένα πολύ ωραίο οδοιπορικό στους Αγίους Τόπους http://www.i-m-patron.gr/ με την πρεσβυτέρα Καλυψώ Δημητριάδη
Μία κάπως άσχετη ερώτηση. Πώς καταλαβαίνει κανείς έναν πλανεμένο;
Η ερώτηση σου Αναστασία είναι σχετικότατη. Εύχομαι ο Θεός να σου απαντήσει το σημαντικό αυτό ερώτημα σου!